Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.311 Joseph. AJ 12.316 (English) >>Joseph. AJ 12.321

12.314ἀπήντησε δὲ μετὰ μυρίων Ἰούδας, καὶ τὸ πλῆθος ἰδὼν τῶν πολεμίων σύμμαχον ἐπʼ αὐτῷ γενέσθαι τὸν θεὸν εὐξάμενος, συμβαλὼν τοῖς προδρόμοις τῶν πολεμίων νικᾷ τούτους καὶ φονεύσας αὐτῶν ὡς πεντακισχιλίους τοῖς λοιποῖς ἦν ἐπίφοβος. 12.315ἀμέλει κατανοήσας Λυσίας τὸ φρόνημα τῶν Ἰουδαίων, ὡς ἕτοιμοι τελευτᾶν εἰσιν, εἰ μὴ ζήσουσιν ἐλεύθεροι, καὶ δείσας αὐτῶν τὴν ἀπόγνωσιν ὡς ἰσχύν, ἀναλαβὼν τὴν λοιπὴν δύναμιν ὑπέστρεψεν εἰς Ἀντιόχειαν καὶ διέτριβεν ἐκεῖ ξενολογῶν καὶ παρασκευαζόμενος μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 12.316

Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν Ἰούδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν. 12.317ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ἱεροσόλυμα τὸν ναὸν ἔρημον εὗρεν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς. 12.318ἐπιλεξάμενος δέ τινας τῶν αὐτοῦ στρατιωτῶν προσέταξε τούτοις ἐκπολεμῆσαι τοὺς τὴν ἄκραν φυλάττοντας, ἄχρι τὸν ναὸν αὐτὸς ἁγνίσειεν. καὶ καθάρας ἐπιμελῶς αὐτὸν εἰσεκόμισε καινὰ σκεύη, λυχνίαν τράπεζαν βωμόν, ἐκ χρυσοῦ πεποιημένα, ἀπήρτησεν δὲ καὶ τὰ ἐμπετάσματα τῶν θυρῶν καὶ τὰς θύρας αὐτὰς ἐπέθηκεν, καθελὼν δὲ καὶ τὸ θυσιαστήριον καινὸν ἐκ λίθων συμμίκτων ᾠκοδόμησεν οὐ λελαξευμένων ὑπὸ σιδήρου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.311 Joseph. AJ 12.316 (English) >>Joseph. AJ 12.321

Powered by PhiloLogic